Add parallel Print Page Options

Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν καὶ Ἀπφίᾳ τῇ [a]ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις [b]πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ [c]τοῦ ἐν ἡμῖν εἰς [d]Χριστόν· [e]χαρὰν γὰρ [f]πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος [g]Χριστοῦ Ἰησοῦ— 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς [h]δεσμοῖς Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ [i]δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:2 ἀδελφῇ WH Treg NIV ] ἀγαπητῇ RP
  2. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:5 πρὸς NIV RP ] εἰς WH Treg
  3. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:6 τοῦ WH NIV RP ] – Treg
  4. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:6 Χριστόν WH Treg NIV ] + Ἰησοῦν RP
  5. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:7 χαρὰν WH Treg NIV ] Χάριν RP
  6. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:7 πολλὴν ἔσχον WH Treg NIV ] ἔχομεν πολλὴν RP
  7. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:9 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
  8. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:10 δεσμοῖς WH Treg NIV ] + μου RP
  9. ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1:11 δὲ WH Treg RP ] + καὶ NIV